Pular para o conteúdo

Legatio ad Gaium

Philo of Alexandria · Parte 215

[215] τοσαύτας μυριάδας ἐφέλκεσθαι πολεμίων ἆρ’ οὐ σφαλερώτατον; ἀλλὰ μήποτε γένοιτο συμφρονήσαντας τοὺς ἑκασταχοῦ πρὸς ἄμυναν ἐλθεῖν· ἄμαχόν τι συμβήσεται χρῆμα· δίχα τοῦ καὶ τοὺς τὴν Ἰουδαίαν κατοικοῦντας [M.578] ἀπείρους τε εἶναι τὸ πλῆθος καὶ τὰ σώματα γενναιοτάτους καὶ τὰς ψυχὰς εὐτολμοτάτους καὶ προαποθνῄσκειν αἱρουμένους τῶν πατρίων ὑπὸ φρονήματος, ὡς μὲν ἔνιοι τῶν διαβαλλόντων εἴποιεν ἄν, βαρβαρικοῦ, ὡς δὲ ἔχει τἀληθές, ἐλευθερίου καὶ εὐγενοῦς.