Pular para o conteúdo

Legatio ad Gaium

Philo of Alexandria · Parte 214

[214] ἔννοιά τε αὐτὸν εἰσῄει τοῦ ἔθνους, ὅσον ἐστὶν ἐν πολυανθρωπίᾳ, ὅπερ οὐκ ἐδέξατο καθάπερ τῶν ἄλλων ἕκαστον μιᾶς χώρας τῆς ἀποκεκληρωμένης αὐτῷ μόνῳ περίβολος, ἀλλ’ ὀλίγου δέω φάναι πᾶσα ἡ οἰκουμένη· κέχυται γὰρ ἀνά τε τὰς ἠπείρους καὶ νήσους ἁπάσας, ὡς τῶν αὐθιγενῶν μὴ πολλῷ τινι δοκεῖν ἐλαττοῦσθαι.