[209] ὁ μὲν οὖν Πετρώνιος τὰ ἐπισταλέντα διαναγνοὺς ἐν ἀμηχάνοις ἦν, οὔτε ἐναντιοῦσθαι δυνάμενος διὰ φόβον — ᾔδει γὰρ ἀφόρητον οὐ μόνον κατὰ τῶν τὰ κελευσθέντα μὴ πραξάντων, ἀλλὰ καὶ κατὰ τῶν μὴ εὐθύς — οὔτε ἐγχειρεῖν εὐμαρῶς· ᾔδει γὰρ ἀνθ’ ἑνὸς θανάτου μυρίους ἄν, εἴπερ δυνατὸν ἦν, ἐθελήσοντας ὑπομεῖναι μᾶλλον ἢ περιιδεῖν τι τῶν ἀπειρημένων δρώμενον.