[208] τί λέγεις, ὦ δέσποτα; προειληφὼς οὐκ ἀνεξομένους, ἀλλ’ ὑπερασπιοῦντας τοῦ νόμου καὶ προαποθανουμένους τῶν πατρίων πολεμοποιεῖς; οὐ γὰρ ἔοικας δι’ ἄγνοιαν ὧν εἰκὸς ἦν ἀποβήσεσθαι τοῦ περὶ τὸ ἱερὸν ἅψασθαι νεωτερισμοῦ, προμαθὼν δὲ ἀκριβῶς τὰ μέλλοντα ὡς ἤδη παρόντα καὶ τὰ γενησόμενα ὡς χειριζόμενα [M.577] τὴν στρατιὰν εἰσάγειν προσέταξας, ἵνα θυσίαις ἐναγέσι πρώταις καθιερωθῇ τὸ ἀφίδρυμα, σφαγαῖς ἀθλίων ἀνδρῶν ὁμοῦ καὶ γυναικῶν.