[174] μέχρι μὲν οὖν τινος τὸν ἐμφωλεύοντα ἔνδον πολέμιον ἀγνοοῦντες ἐφυλαττόμεθα τοὺς ἔξω μόνους· ἐπεὶ δὲ ᾐσθόμεθα, διηρευνῶμεν περιβλεπόμενοι πάσας ὁδούς, εἴ πως δυνησόμεθα μαλθάξαι καὶ τιθασεῦσαι τὸν ἄνθρωπον ἐξ ἅπαντος τρόπου καὶ τόπου βάλλοντα καὶ τοξεύοντα ἡμᾶς εὐσκόπως.