[173] ὁ δὲ τὸν καιρὸν ἐκεῖνον ὀνειροπολῶν, ἐν ᾧ παρόντος τοῦ δεσπότου καὶ σὺν αὐτῷ σχεδόν τι τῆς οἰκουμένης — οὐ γὰρ ἦν ἄδηλον, ὅτι κατὰ θεραπείαν Γαΐῳ συνεισβαλεῖ τὸ δοκιμώτατον καὶ ὅσον τῶν πόλεων ὄψις ἐστὶν ἀναστὰν ἀπὸ περάτων αὐτῶν — ὑπὸ τῆς μεγίστης καὶ ἐνδοξοτάτης πόλεως τιμηθήσεται, πάντα [51] ὑπισχνεῖτο.