Pular para o conteúdo

Legatio ad Gaium

Philo of Alexandria · Parte 115

[115] μόνους γὰρ Ἰουδαίους ὑπεβλέπετο, ὡς δὴ μόνους τἀναντία προῃρημένους καὶ δεδιδαγμένους ἐξ αὐτῶν τρόπον τινὰ σπαργάνων ὑπὸ γονέων καὶ παιδαγωγῶν καὶ ὑφηγητῶν καὶ πολὺ πρότερον τῶν ἱερῶν νόμων καὶ ἔτι τῶν ἀγράφων ἐθῶν ἕνα νομίζειν τὸν πατέρα καὶ ποιητὴν τοῦ κόσμου θεόν.