[114] [cap.16] [M.562] Ἆρά γε ἤδη μεμαθήκαμεν ἐκ τούτων, ὅτι οὐδενὶ θεῶν ἀλλ’ οὐδὲ ἡμιθέων ἐξομοιοῦσθαι δεῖ Γάιον, μήτε φύσεως μήτε οὐσίας ἀλλὰ μηδὲ προαιρέσεως τετυχηκότα τῆς αὐτῆς; τυφλὸν δέ, ὡς ἔοικεν, ἡ ἐπιθυμία, καὶ μάλισθ’ ὅταν προσλάβῃ κενοδοξίαν ὁμοῦ καὶ φιλονεικίαν μετὰ τῆς μεγίστης ἐξουσίας, ὑφ’ ἧς ἡμεῖς οἱ πρότερον εὐτυχεῖς ἐπορθούμεθα.