Pular para o conteúdo

Legatio ad Gaium

Philo of Alexandria · Parte 111

[111] [cap.15] πάντα γε μὴν ἐλπίσειεν ἄν τις ⟨μᾶλλον⟩ ἢ τοιοῦτον σῶμα καὶ ψυχήν, ἄμφω μαλακὰ καὶ κατεαγότα, τῇ περὶ ἑκάτερον Ἄρεως ἀλκῇ δυνηθῆναί ποτε ἐξομοιωθῆναι· ὁ δὲ [36] ὥσπερ ἐπὶ σκηνῆς ἐναλλάττων πολυειδῆ προσωπεῖα φαντασίαις ψευδέσιν ἠπάτα τοὺς ὁρῶντας.