[110] ἆρα ἄξιον τούτοις ἀντιθεῖναι τὰ παλίμφημα Γαΐου λόγια, δι’ ὧν πενίαι καὶ ἀτιμίαι καὶ φυγαὶ καὶ θάνατοι προεμηνύοντο τοῖς πανταχοῦ τῶν ἐν τέλει καὶ δυνατῶν; τίς οὖν κοινωνία πρὸς Ἀπόλλωνα τῷ μηδὲν οἰκεῖον ἢ συγγενὲς ἐπιτετηδευκότι; πεπαύσθω καὶ ὁ ψευδώνυμος Παιὰν τὸν ἀληθῆ Παιᾶνα μιμούμενος· οὐ γὰρ ὥσπερ τὸ νόμισμα παράκομμα καὶ θεοῦ μορφὴ γίνεται.