[81] ἐῶ λέγειν ὅτι, [20] [21] εἰ καὶ μυρία ἦσαν ἡμαρτηκότες, ὤφειλε τὸν καιρὸν αἰδεσθεὶς τὰς τιμωρίας ὑπερθέσθαι· τοῖς γὰρ ὀρθῶς πολιτευομένοις τῶν ἀρχόντων καὶ μὴ προσποιουμένοις τιμᾶν ἀλλ’ ὄντως τιμῶσι τοὺς εὐεργέτας ἔθος ἐστὶ μηδένα κολάζειν τῶν κατακρίτων, ἄχρις ἂν αἱ ἐπιφανεῖς γενέθλιοι καὶ πανηγύρεις αὗται τῶν ἐπιφανῶν Σεβαστῶν διεξέλθωσιν.