Pular para o conteúdo

In Flaccum

Philo of Alexandria · Parte 80

[80] πῶς οὖν οὐ παγχάλεπον, τῶν ἰδιωτῶν Ἀλεξανδρέων Ἰουδαίων ταῖς ἐλευθεριωτέραις καὶ πολιτικωτέραις μάστιξι τετυπτημένων, εἴ ποτε ἔδοξαν πληγῶν ἄξια ἐργάσασθαι, τοὺς ἄρχοντας, | τὴν γερουσίαν, οἳ καὶ γήρως καὶ τιμῆς εἰσιν ἐπώνυμοι, κατὰ [M.529] τοῦτο τὸ μέρος ἔλαττον τῶν ὑπηκόων ἐνέγκασθαι, καθάπερ Αἰγυπτίων τοὺς ἀφανεστάτους καὶ ἐνόχους τοῖς μεγίστοις ἀδικήμασιν;