[77] καὶ ὅμως εἰδὼς ἀκριβῶς ⟨τού⟩τους στερομένους τῶν ἰδίων ἐν ὄψεσι τῶν ἁρπασάντων ἔτυπτεν, ἵν’ οἱ μὲν ὑπομένωσι διττὰς συμφοράς, πενίαν ὁμοῦ καὶ τὴν ἐν τοῖς σώμασιν ὕβριν, οἱ δὲ διττὴν ἡδονήν, ἀλλότριόν τε καρπούμενοι πλοῦτον καὶ τῆς τῶν ἀφαιρεθέντων ἀτιμίας εἰς κόρον ἀπολαύοντες.