Pular para o conteúdo

In Flaccum

Philo of Alexandria · Parte 76

[76] ἧς ἐπιβουλῆς τὸ μέγεθος ἐξελήλεγκται μὲν καὶ δι’ ἑτέρων, οὐχ ἧττον δὲ καὶ διὰ τοῦ μέλλοντος λέγεσθαι σαφέστερον ἐπιδειχθήσεται. τῶν ἀπὸ τῆς γερουσίας τρεῖς ἄνδρες, Εὔοδος καὶ Τρύφων καὶ Ἄνδρων, ἐγεγένηντο ἐξούσιοι, πάνθ’ ὅσα εἶχον ἐν ταῖς οἰκίαις διαρπασθέντες ἐφόδῳ μιᾷ, οὓς οὐκ ἠγνόησε ταῦτα πεπονθότας· ἐδηλώθη γὰρ αὐτῷ μεταπεμψαμένῳ πρότερον τοὺς ἡμετέρους ἄρχοντας ὅσα τῷ δοκεῖν ἐπὶ καταλλαγαῖς ταῖς πρὸς τὴν ἄλλην πόλιν.