Pular para o conteúdo

In Flaccum

Philo of Alexandria · Parte 34

[34] οἱ δ’ ἀφορμῆς λαβόμενοι διημέρευον ἐν τῷ γυμνασίῳ χλευάζοντες τὸν βασιλέα καὶ σκώμματα συνείροντες· πῇ δὲ καὶ ποιηταῖς μίμων καὶ γελοίων διδασκάλοις χρώμενοι τὴν ἐν τοῖς αἰσχροῖς εὐφυΐαν ἐπεδείκνυντο, βραδεῖς μὲν ὄντες τὰ καλὰ παιδεύεσθαι, τὰ δ’ ἐναντία μανθάνειν ὀξύτατοι καὶ προχειρότατοι.