[33] τῷ γὰρ ἀργοῦντι καὶ σχολάζοντι τῆς πόλεως ὄχλῳ — πλῆθος δ’ ἐστὶν ἐπιτετηδευκὸς γλωσσαλγίαν καὶ ἐνευκαιροῦν διαβολαῖς καὶ βλασφημίαις — ἐπιτρέπει κακηγορεῖν τὸν βασιλέα εἴτε ἀρξάμενος δι’ ἑαυτοῦ τῶν λοιδοριῶν εἴτε προτρεψάμενος καὶ ἐναγαγὼν αὐτὸς διὰ τῶν ὑπηρετεῖν τὰ τοιαῦτα εἰωθότων.