Pular para o conteúdo

In Flaccum

Philo of Alexandria · Parte 186

[186] ὅθεν συναισθόμενος ἐφ’ ὃ σπεύδουσι — μαντικώτατον γὰρ ἡ ἑκάστου ψυχή, καὶ μάλιστα τῶν ἐν κακοπραγίαις — ἐκτραπόμενος τῆς ὁδοῦ διὰ τραχείας ἔθει φεύγων, ἐπιλελησμένος ἴσως, ὅτι νῆσος ἀλλ’ οὐκ ἤπειρός ἐστιν, ἐν ᾗ τί ὄφελος ὠκύτητος, περικλειούσης θαλάττης; ἀνάγκη γὰρ δυοῖν θάτερον, ἢ προσωτέρω χωροῦντα κατὰ τοῦ πελάγους ἐνεχθῆναι ἢ συλληφθῆναι πρὸς αὐτὸ τὸ πέρας ἥκοντα.