Pular para o conteúdo

In Flaccum

Philo of Alexandria · Parte 185

[185] εἶτα προστάττει τοὺς ἐπιφανεστάτους καὶ ὧν πλεῖστος ὁ λόγος ἀναιρεθῆναι, γραφὴν δοὺς ὀνομάτων, ἧς ἡγεῖτο Φλάκκος. ἐπεὶ δ’ ἧκον εἰς Ἄνδρον οἷς κτείνειν διείρητο, Φλάκκος μὲν ἐτύγχανεν ἀγρόθεν εἰς ἄστυ παραγινόμενος, οἱ δ’ ἐκ τοῦ λιμένος ὑπηντίαζον, [M.544] καὶ πόρρωθεν ἀντιπροεῖδον ἀλλήλους.