[177] ὄρνις αἴσιος οὐδεὶς αὐτῷ προυφαίνετο· πάντες δυσοιώνιστοι, κλῃδόνες παλίμφημοι, ἐπίπονος ἐγρήγορσις, περιδεὴς ὕπνος, ἡ μόνωσις θηριώδης. ἀλλ’ ἥδιστον αὐτῷ τὸ ἀγελαῖον; ἀηδέστατον αἱ [M.543] κατὰ πόλιν διατριβαί· ἀσφαλὲς ὄνειδος ἡ κατ’ ἀγρὸν ἐρημία; σφαλερόν, ἀδυσώπητον· ὁ ἠρέμα προσιὼν ὕποπτος.