[176] πολλάκις δὲ ἐδειματοῦτο καὶ [44] διεπτόητο καὶ φρίκῃ μὲν τὰ μέλη καὶ μέρη τοῦ σώματος κατεσείετο, φόβῳ δ’ ὑπότρομον εἶχε τὴν ψυχὴν ἄσθματι καὶ παλμῷ τινασσομένην, ἅτε τοῦ μόνου παρηγορεῖν τὸν ἀνθρώπινον βίον ἐκ φύσεως δυναμένου στερόμενος, χρηστῆς ἐλπίδος.