[166] [cap.20] Τοιούτοις ἀεὶ κατεπαλαίετο λογισμοῖς καὶ τρόπον τινὰ ἐξετραχηλίζετο· τὰς δὲ τῶν πολλῶν συνόδους ἀποδιδράσκων διὰ τὴν παρακολουθοῦσαν αἰσχύνην οὔτ’ εἰς λιμένα κατῄει οὔτ’ εἰς ἀγορὰν προελθεῖν ὑπέμενεν, ἀλλ’ οἴκοι συγκλεισάμενος ἐφώλευε, μηδὲ τὴν αὔλειον ὑπερβαίνειν θαρρῶν.