[165] σκιὰ πραγμάτων ἄρ’ ἦσαν, οὐ πράγματα, μίμησις ἐναργείας, οὐκ ἐνάργεια τρανοῦσα τὸ ψεῦδος. ὡς γὰρ τῶν ἐν τοῖς ὀνείροις φανέντων οὐδὲν περιαναστάντες εὑρίσκομεν, ἀλλ’ οἴχεται πάντα ἀθρόα διαπτάντα, οὕτως καὶ τὰ λαμπρὰ ἐκεῖνα, οἷς ποτε ἐνωμίλησα, ἐσβέσθη βραχυτάτῃ καιροῦ ῥοπῇ.“