[160] τῆς δὲ νεὼς τῷ λιμένι προσσχούσης, ἀπέβαινε πᾶς εἰς τοὔδαφος νεύων, ὥσπερ οἱ θλιβόμενοι πρὸς ἄχθους βαρυτάτου, τὸν αὐχένα ταῖς συμφοραῖς πιεζόμενος, οὐδ’ ὅσον ἀνακύψαι σθένων ἢ μὴ τολμῶν διὰ τοὺς συναντῶντας καὶ τοὺς ἐπὶ θέαν ἥκοντας, οἳ παρ’ ἑκάτερα τῆς ὁδοῦ προειστήκεσαν.