Pular para o conteúdo

In Flaccum

Philo of Alexandria · Parte 159

[159] νὺξ ἐν ἡμέρᾳ, καθάπερ ἐκλείψεως γενομένης, τὸν ἐμὸν ἐπέσχηκε βίον. τὴν νησίδα ταύτην τί φῶ; πότερον φυγαδευτήριον ἐμὸν ἢ πατρίδα καινήν, ὑπόδρομον καὶ καταφυγὴν ἀτυχῆ; τάφος ἂν εἴη τὸ κυριώτατον αὐτῆς ὄνομα. στέλλομαι γὰρ ὁ κακοδαίμων ἐγὼ τρόπον τινὰ νεκροφορῶν ἐμαυτὸν ὥσπερ εἰς ἠρίον· ἢ γὰρ ταῖς ἀνίαις τὴν ἀθλίαν ζωὴν ἀπορρήξω ἤ, κἂν ἐπιβιῶναι δυνηθῶ, τὸν μακρὸν καὶ σὺν αἰσθήσει θάνατον ἐκδέξομαι.“ καὶ ὁ μὲν τοιαῦτα ἀπωδύρετο.