Pular para o conteúdo

In Flaccum

Philo of Alexandria · Parte 149

[149] καὶ πρὸς τούτοις ἡ οἰκετικὴ θεραπεία, ἀριστίνδην ἐπικριθεῖσα κατά τε τὰς τῶν σωμάτων εὐμορφίας ὁμοῦ καὶ εὐεξίας καὶ κατὰ τὸ ἄπταιστον ἐν τῷ χρειώδει τῶν ὑπηρεσιῶν· ἐφ’ ὧν γὰρ ἦσαν ἕκαστοι τεταγμένοι, διέφερον, ὡς ἢ πρῶτοι νομίζεσθαι τῶν τὰ αὐτὰ ἐπιτηδευόντων ἢ μηδενὸς δεύτεροι τὸ παράπαν.