Pular para o conteúdo

In Flaccum

Philo of Alexandria · Parte 148

[148] εἶτά τις εὐφορία γίνεται κακοπραγιῶν αὐτῷ· τῆς τε γὰρ οὐσίας ἁπάσης εὐθὺς ἐξίσταται, ἥν τε παρὰ γονέων ἐκληρονόμησε καὶ ἣν αὐτὸς ἐκτήσατο, φιλόκοσμος ἐν τοῖς μάλιστα γεγονώς. οὐ γὰρ ὡς [M.539] ἐνίων πολυχρημάτων ὁ πλοῦτος ἀργὸς ἦν ὕλη, πάντα δ’ ἐξητασμένα πρὸς τὸ περίεργον, ἐκπώματα, ἐσθῆτες, στρωμναί, ἔπιπλα, τἄλλα ὅσα οἰκίας κόσμος, ἔκλογα πάντα·