[144] ἃ γνωρίζοντες οἱ παρατυγχάνοντες — τύποι γάρ τινες ἦσαν ἀρίδηλοι καὶ χαρακτῆρες τὰ λεγόμενα τῆς τοῦ κατηγορουμένου προαιρέσεως — ἀνεβόων, οἱ μὲν ἀτιμοῦν, οἱ δὲ φυγαδεύειν, οἱ δ’ αἴρειν· πλείους δ’ ἦσαν οὗτοι· πρὸς οὓς καὶ οἱ ἄλλοι μετεβάλλοντο, ὡς ἅπαντας ὁμοθυμαδὸν μιᾷ φωνῇ κεκραγέναι, κτείνειν τὸν κοινὸν λυμεῶνα, τὸν ἀφ’ οὗ παρῆλθε καὶ διέκυψεν ἐπὶ τὰ κοινά, [37] μηδὲν μέρος τῆς πόλεως ἄνοσον ἐάσαντα.