Pular para o conteúdo

In Flaccum

Philo of Alexandria · Parte 143

[143] „ἐπεὶ πόθεν“ ἔφασκον „ἡμῖν ἀφθονία τοσαύτη; πένητές ἐσμεν καὶ μόλις τοὐφήμερον εἰς αὐτὰ τὰ ἀναγκαῖα πορίζειν δυνάμεθα. τί δὲ καὶ δεινὸν ἐπεπόνθειμεν ὑπὸ τοῦ ἡγεμόνος, ὡς βιασθῆναι μνησικακεῖν; ἀλλ’ ὁ πάντων αἴτιος καὶ δημιουργὸς ἐκεῖνος, ἀεὶ τοῖς εὖ πράττουσι βασκαίνων καὶ εὐνόμῳ καταστάσει πολέμιος.“