Pular para o conteúdo

In Flaccum

Philo of Alexandria · Parte 126

[126] οἳ πρὸ μικροῦ μὲν τάξιν εἶχον ὑπηκόων δεσπότην καὶ εὐεργέτην καὶ σωτῆρα καὶ τὰ τοιαῦτα ἀνακαλοῦντες, νυνὶ δ’ ἀντιδίκων οὐκ ἰσόρροπον ἀλλὰ δυνατωτέραν ἰσχὺν ἐκ πολλοῦ τοῦ περιόντος ἐπιδεικνυμένων, οὐ μόνον ἕνεκα τοῦ θαρρεῖν τοῖς δικαίοις, ἀλλ’, ὃ δὴ μέγιστον ἦν, ὅτι τὸν πρύτανιν τῶν ἀνθρωπίνων πραγμάτων ἐχθρὸν ἑώρων ἄσπονδον αὐτῷ, μέλλοντα σχῆμα μὲν ὑποδύεσθαι δικαστοῦ, προνοίᾳ τοῦ μὴ δοκεῖν ἀκρίτου τινὸς προκαταγινώσκειν, ἔργον δ’ ἐπιδείκνυσθαι δυσμενοῦς, πρὸ κατηγορίας καὶ ἀπολογίας ἤδη τῇ ψυχῇ κατεγνωκότος καὶ τὰς ἀνωτάτω τιμωρίας ὡρικότος ἐπ’ αὐτῷ.