[125] [cap.15] Τρίτον δ’ ἔτι πρὸς τοῖς εἰρημένοις κἀκεῖνό μοι δοκεῖ θείᾳ προνοίᾳ συμβῆναι. ἐπειδὴ γὰρ ἀναχθεὶς ἀρχομένου χειμῶνος — ἔδει γὰρ αὐτὸν καὶ τῶν ἐν θαλάττῃ φοβερῶν ἀπολαῦσαι τὰ στοιχεῖα τοῦ παντὸς ἀσεβημάτων ἀναπλήσαντα — μυρία πονηθεὶς μόλις ἦλθεν εἰς Ἰταλίαν, εὐθὺς ἐκδέχονται τὰς ἐπ’ αὐτῷ κατηγορίας δύο τῶν ἐχθίστων, Ἰσίδωρός τε καὶ Λάμπων,