[120] θορύβου δ’ ὄντος κατὰ τὴν πόλιν καὶ τῶν νυκτοφυλάκων ἄνω κάτω διαθεόντων καί τινων ἱππέων εἰς τὸ στρατόπεδον καὶ ἀπὸ τοῦ στρατοπέδου τάχει συντόνῳ μετὰ σπουδῆς ἀντεξελαυνόντων, τῷ τοῦ πράγματος ἀήθει κινηθέντες τινὲς προῆλθον ἐκ τῶν οἰκιῶν κατὰ πύστιν τοῦ συμβεβηκότος· ἐφαίνετο γὰρ εἶναί τι νεώτερον.