Pular para o conteúdo

In Flaccum

Philo of Alexandria · Parte 119

[119] σφόδρα δ’ ἔχουσιν ὀδυνηρῶς καὶ πεπιεσμένοις ἄχθει βαρυτάτῳ — συνείληντο δ’ ἐν ταῖς οἰκίαις, ἅτε νυκτὸς ἐπεχούσης — ἧκόν τινες ἀπαγγέλλοντες τὴν γενομένην σύλληψιν. οἱ δ’ ἀπόπειραν εἶναι νομίσαντες, οὐκ ἀλήθειαν, ἔτι μᾶλλον ἐπὶ τῷ κατακερτομεῖσθαι καὶ ἐνεδρεύεσθαι δοκεῖν ὠδυνῶντο.