Pular para o conteúdo

In Flaccum

Philo of Alexandria · Parte 109

[109] ἔλαθε δ’ αὑτὸν ἀπατῶν· ἀβέβαιοι γὰρ αἱ τῶν πονηρῶν ἀνθρώπων ἐλπίδες, εἰκαζόντων μὲν τὰ χρηστότερα, τὰ δὲ παλίμφημα καὶ ὧν ἄξιοι τυγχάνειν εἰσὶ πασχόντων. πέμπεται μὲν γὰρ ἀπὸ τῆς Ἰταλίας Βάσσος ἑκατοντάρχης ὑπὸ Γαΐου χειροτονηθεὶς μετὰ τῆς τάξεως τῶν στρατιωτῶν, ἧς ἀφηγεῖτο.