Pular para o conteúdo

In Flaccum

Philo of Alexandria · Parte 108

[108] [cap.13] [M.533] Γίνεται δ’ ὁ τρόπος αὐτῷ τῆς συλλήψεως τοιόσδε. ὑπέλαβεν [27] ἤδη τὸν Γάιον περὶ ὧν ὕποπτος ἦν ἐξευμενίσθαι, τὰ μὲν ἐπιστολιμαίοις γράμμασιν, ἃ κολακείας ἦν ὑπέρμεστα, τὰ δὲ ἐν οἷς δημηγορῶν πολλάκις ἐθεράπευε λόγους θῶπας καὶ μακρὰς ῥήσεις πεπλασμένων ἐγκωμίων συνείρων, τὰ δὲ καὶ ἐκ τοῦ σφόδρα εὐδοκιμεῖν παρὰ τῷ πλείστῳ μέρει τῆς πόλεως.