[93] ὀλίγα μὲν γὰρ αὐτοὶ τῶν εἰς γεωργίαν παρέσχον, τὰ δὲ πλεῖστα καὶ ἀναγκαιότατα τῶν εἰς καρποφορίαν καὶ εὐγονίαν ἡ φύσις, καιρίους ὑετούς, ἀέρος εὐκρασίας, τὰς τιθηνοὺς τῶν φυομένων συνεχεῖς καὶ μαλακὰς δρόσους, ζωτικωτάτας αὔρας, ὡρῶν τῶν ἐτησίων ἀζημίους γενέσεις, ὡς [M.391] μήτε θέρος περιφλέγοι μήτε κρυμὸς περιψύχοι μήτ’ ἔαρος καὶ μετοπώρου τροπαὶ βλάπτοιεν τὰ γεννώμενα.