[92] εἰσὶ δ’ οἳ οὕτως ῥυπῶσι τὰς διανοίας προστετηκότες ἀργυρισμῷ καὶ δυσθανατῶντες περὶ πᾶσαν ἰδέαν κέρδους, τὸ πόθεν ἂν γένοιτο μὴ σκεπτόμενοι, ὥστε ἐπανατρυγῶσι μὲν τοὺς ἀμπελῶνας καὶ ἐλαιῶνας, τὴν δὲ κριθοφόρον καὶ σιτοφόρον γῆν ἀναθερίζουσι, τὴν δουλοπρεπῆ καὶ ἀνελεύθερον μικροψυχίαν αὑτῶν ἐλέγχοντες καὶ ἅμα ἀσεβοῦντες.