[84] οὕτως γὰρ οὔθ’ οἱ πένητες ἔμελλον ἀπορώτεροι γίνεσθαι, πλείονα ὧν ἔλαβον εἰσφέρειν ἀναγκαζόμενοι, οὔθ’ οἱ συμβάλλοντες ἀδικεῖσθαι, ἃ προήκαντο μόνα κομιζόμενοι· καίτοι γε οὐ μόνα· σὺν γὰρ τοῖς ἀρχαίοις ἀντὶ τόκων οὓς [39] [40] λαβεῖν οὐκ ἠξίωσαν ἐπεισφέρονται τὰ κάλλιστα καὶ τιμιώτατα τῶν ἐν ἀνθρώποις, ἡμερότητα, κοινωνίαν, χρηστότητα, μεγαλόνοιαν, εὐφημίαν, εὔκλειαν· οἷς τίς κτῆσις ἐφάμιλλος;