Pular para o conteúdo

De virtutibus

Philo of Alexandria · Parte 83

[83] καὶ προτρέπει μὴ διὰ τοῦτ’ ἀναδύεσθαι καὶ συμβάλλειν ὀκνηρότερον, ἀλλ’ ἀνειμέναις χερσὶ καὶ γνώμαις μάλιστα μὲν χαρίζεσθαι τοῖς δεομένοις, λογιζομένους ὅτι καὶ ἡ χάρις τρόπον τινὰ δάνειόν ἐστιν, ἀποδοθησόμενον ἐν καιρῷ βελτίονι ⟨ἄνευ⟩ ἀνάγκης [M.389] ἑκουσίῳ διαθέσει τοῦ λαβόντος, εἰ δὲ μὴ βούλοιντο δωρεῖσθαι, κιχράναι γοῦν ἑτοιμότατα καὶ προθυμότατα, μηδὲν ἔξω τῶν ἀρχαίων ἀποληψομένους.