Pular para o conteúdo

De virtutibus

Philo of Alexandria · Parte 77

[77] εἶθ’ ἑτοιμασάμενος τὰ πρὸς ἔξοδον οὐ πρότερον ἐστείλατο τὴν ἀποικίαν ἢ τὰς τοῦ ἔθνους φυλὰς ἁπάσας εὐχαῖς ἐναρμονίοις [ἀριθμῷ δώδεκα] γερᾶραι διὰ τῆς τῶν φυλαρχῶν κατακλήσεως· ἃς ὅτι τελεσφορηθήσονται πιστευτέον· ὅ τε γὰρ εὐξάμενος θεοφιλὴς ὅ τε θεὸς φιλάνθρωπος ὑπὲρ ὧν τε αἱ αἰτήσεις εὐπατρίδαι καὶ εὐγενεῖς τὴν ἀνωτάτω τεταγμένοι τάξιν, ὑπὸ στρατάρχῃ τῷ ποιητῇ πάντων καὶ πατρί.