Pular para o conteúdo

De virtutibus

Philo of Alexandria · Parte 76

[76] [cap.2.4] Ὡς δ’ ἐτέλεσε τὰς χορείας ὁσιότητι καὶ φιλανθρωπίᾳ τρόπον τινὰ συνυφασμένας, ἤρξατο μεταβάλλειν ἐκ θνητῆς ζωῆς εἰς ἀθάνατον βίον κἀκ τοῦ κατ’ ὀλίγον συνῃσθάνετο τῆς τῶν ἐξ ὧν συνεκέκρατο διαζεύξεως, τοῦ μὲν σώματος ὀστρέου [M.388] δίκην ⟨περιπεφυκότος⟩ περιαιρουμένου, τῆς δὲ ψυχῆς ἀπογυμνουμένης καὶ τὴν κατὰ φύσιν ἐνθένδε ποθούσης [36] μετανάστασιν.