Pular para o conteúdo

De virtutibus

Philo of Alexandria · Parte 68

[68] „ἐμοὶ μὲν ἀπαλλάττεσθαι καιρὸς ἤδη τῆς ἐν σώματι ζωῆς· ὁ δὲ τῆς ὑμετέρας ἐπιτροπῆς διάδοχος οὗτός ἐστιν αἱρεθεὶς ὑπὸ θεοῦ“· καὶ τὰ χρησθέντα λόγια τῆς δοκιμασίας εὐθὺς ἐπεῖπεν, οἷς ἐπίστευσαν.