Pular para o conteúdo

De virtutibus

Philo of Alexandria · Parte 67

[67] ὅτι μελλήσοι τὸ ἔθνος ἐπιτρόπῳ χρῆσθαι τὰ πάντα ἀρίστῳ — καλὸν γὰρ κἀγαθὸν ἐξ ἀνάγκης ᾔδει τὸν εὐάρεστον θεῷ —, λαβόμενος τῆς τούτου δεξιᾶς καὶ παραγαγὼν αὐτὸν εἰς ἠθροισμένον τὸ πλῆθος, μηδὲν περὶ τῆς αὑτοῦ τελευτῆς εὐλαβηθείς, ἀλλὰ ταῖς ἀρχαίαις εὐφροσύναις νέας ἑτέρας προσειληφὼς οὐ μόνον διὰ μνήμην τῶν πρότερον εὐπαθειῶν, αἷς κατακόρως διὰ παντὸς εἴδους ἀρετῆς ἐνετρύφησεν, ἀλλὰ καὶ διὰ τὴν ἐλπίδα τοῦ μέλλειν ἀθανατίζεσθαι μεταβαλὼν ἐκ φθαρτοῦ βίου εἰς ἄφθαρτον, ἱλαραῖς ὄψεσιν ἐκ [32] [33] τῆς κατὰ ψυχὴν εὐθυμίας φαιδρὸς καὶ γεγηθώς φησιν·