Pular para o conteúdo

De virtutibus

Philo of Alexandria · Parte 31

[31] δι’ οὗ συμβαίνει κατορθοῦν ἢ τοὐναντίον. [cap.1.6] τούτους οὖν καὶ τοὺς ὁμοίους οὐκ οἴεται δεῖν εἰς τὸν στρατιωτικὸν ἄγειν κατάλογον, ἀλλ’ οἷς οὐδὲν προενεληλυθὸς ὑποικουρεῖ πάθος, ὅπως ἐλευθέροις καὶ ἀφέτοις ὁρμαῖς ἀπροφασίστως τοῖς δεινοῖς ἐπαποδύωνται. καθάπερ γὰρ παντευχίας οὐδὲν ὄφελος ἀσθενεῖ σώματι ἢ λελωβημένῳ, ἣν ἀδυνατοῦν ἀπορρίψει, τὸν αὐτὸν τρόπον ἐρρωμένον σῶμα φθερεῖ τι κηραινούσης πάθος ψυχῆς μὴ συνᾷδον τοῖς παροῦσιν.