Pular para o conteúdo

De virtutibus

Philo of Alexandria · Parte 30

[30] ἑτέρου δὲ ἵνα μὴ σώματι στρατευόμενοι ταῖς ψυχαῖς ὑστερίζωσιν· ἀνάγκη γὰρ αὐτῶν τὴν διάνοιαν ἐκεῖ τετάσθαι πόθῳ τῆς ἀπολαύσεως ὧν ἀφειλκύσθησαν· ὡς γὰρ οἱ πεινῶντες ἢ διψῶντες, ὅταν σιτίον ἢ ποτόν που παραφανῇ, διώκουσι καὶ ἐπιτρέχουσιν ἀμεταστρεπτὶ γλιχόμενοι μεταλαβεῖν, οὕτως οἱ περὶ νομίμου γυναικὸς ἢ οἰκίας ἢ χωρίου κτήσεως πονηθέντες καὶ ὅσον οὔπω τῇ ἐλπίδι νομίζοντες εἰς τὸν ἑκάστου τῆς χρήσεως ἀφῖχθαι καιρόν, ὅταν ἀφαιρεθῶσι τὴν ἀπόλαυσιν, σφαδᾴζουσιν, ὡς παρόντας μὴ παρεῖναι τῷ κρείττονι μέρει, ψυχῇ,