[201] Ἐγένετο δέ τις τῶν μετὰ ταῦτα σφόδρα δοκίμων ἀνὴρ ὁσιώτατος, οὗ τὴν εὐσέβειαν ἀνάγραπτον ἠξίωσεν ⟨εἶναι⟩ ἐν ἱεραῖς βίβλοις ὁ τοὺς νόμους διαταξάμενος· ὃς ἐν τῷ μεγάλῳ κατακλυσμῷ, τῶν πόλεων ἀφανιζομένων πανωλεθρίᾳ — καὶ γὰρ τῶν ὀρῶν τὰ ὑψηλότατα [M.440] τῇ συναυξήσει καὶ ἐπιτάσει τῆς περὶ τὴν φορὰν πλημμύρας κατεπίνετο —, μόνος μετὰ τῶν οἰκείων διασῴζεται τῆς καλοκἀγαθίας ἆθλον ἀράμενος, οὗ μεῖζον οὐκ ἔστιν εὑρεῖν.