Pular para o conteúdo

De virtutibus

Philo of Alexandria · Parte 200

[200] τί δὴ τοῦτον ὤνησεν ἡ εὐγένεια τὴν ἐν τῇ ψυχῇ δυσγένειαν ἐπιδειξάμενον; ἣν καὶ ὁ τῶν ἀνθρωπίνων πραγμάτων ἔφορος θεὸς ἰδὼν ἐστύγησε καὶ προβαλλόμενος ὥρισε τιμωρίας, οὐκ εὐθὺς ἀνελών, ὅπως ἀναισθήτως ἔχῃ συμφορῶν, ἀλλὰ μυρίους ἐπικρεμάσας τοὺς ἐν αἰσθήσει θανάτους λύπαις καὶ φόβοις ἐπαλλήλοις εἰς κακῶν ὀδυνηροτάτων ἀντίληψιν.