[197] εἰς ἅπερ ἀφορῶσα καὶ νῦν ἐχθροὺς νομίζω καὶ αὖθις ἡγήσομαι τοὺς τὰ τῆς ἔχθρας ὑπεκκαύματα ζωπυρήσαντας καὶ μᾶλλον τῶν εἰς δυσγένειαν ὀνειδιζομένων ὑποβλέψομαι· τούτοις μὲν γὰρ ἀπολογία τὸ μηδὲν οἰκεῖον ἔχειν ⟨παράδειγμα⟩ καλοκἀγαθίας, ὑπόδικοι δ’ ὑμεῖς οἱ ἐκ μεγάλων φύντες οἴκων, οἷς αὔχημα καὶ κλέος τὰ λαμπρὰ γένη· παριδρυμένων γὰρ καὶ τρόπον τινὰ συμπεφυκότων ἀρχετύπων ἀγαθῶν οὐδὲν ἀπομάξασθαι καλὸν διενοήθητε.“