[196] τί δὴ μελετήσαντες ἀλλοτρίωσιν τὴν δι’ ἔργων τὴν ἐν λόγῳ συγγένειαν εὐπρεπὲς ὄνομα ὑποδυόμενοι καθυποκρίνεσθε; παραγωγὰς γὰρ καὶ κεκομψευμένας ἀπάτας οὐκ ἀνέχομαι, διότι ῥᾴδιον μὲν καὶ τῷ τυχόντι εὐπροσώπους λόγους εὑρεῖν, ἤθη δ’ ὑπαλλάξασθαι πονηρὰ χρηστοῖς οὐ ῥᾴδιον.