Pular para o conteúdo

De virtutibus

Philo of Alexandria · Parte 194

[194] τὸν αὐτὸν δὴ τρόπον οὔτε τοῖς ἀδίκοις δίκαιοι γονεῖς οὔτε ἀκολάστοις σώφρονες οὔτε συνόλως ἀγαθοὶ πονηροῖς ὄφελος· οὐδὲ γὰρ οἱ νόμοι τοῖς παρανομοῦσιν, ὧν εἰσιν αὐτοὶ κολασταί· νόμοι δέ τινες ἄγραφοι καὶ οἱ βίοι τῶν ζηλωσάντων τὴν ἀρετήν.