[193] τὸ δ’ ἀληθὲς τοῦ λόγου ῥᾴδιον καὶ ἀφ’ ἑτέρων διαγνῶναι. τί τῷ τὰς ὄψεις πεπηρωμένῳ γένοιτ’ ἂν εἰς τὸ βλέπειν ὄφελος ὀξυωπία προγονική; ἢ πρὸς ἑρμηνείαν τῷ παρειμένῳ γλῶτταν τὸ γονεῖς ἢ πάππους γενέσθαι μεγαλοφώνους; τί δ’ ὀνίνησι πρὸς εὐτονίαν τὸν ἐκ μακρᾶς καὶ φθινάδος νόσου κατεσκελετευμένον, ἐὰν οἱ τοῦ γένους ἀρχηγέται δι’ ἀθλητικὴν ῥώμην ἐν Ὀλυμπιονίκαις ἢ περιοδονίκαις γράφωνται; μένουσι γὰρ οὐδὲν ἧττον αἱ τοῦ σώματος κῆρες ἐν ὁμοίῳ βελτίωσιν οὐκ ἐνδεχόμεναι διὰ τὰς τῶν οἰκείων εὐπραγίας.